Δημήτριος  Περδικάκης

Δημήτριος Περδικάκης

@dimper
Ἑστία εὐδυνάτοιο Κρόνου θύγατερ βασίλεια, ἣ μέσον οἶκον ἔχεις πυρὸς ἀενάοιο, μεγίστου, τούσδε σὺ ἐν τελεταῖς ὁσίους μύστας ἀναδείξαις, θεῖσ᾽ αἰειθαλέας, πολυόλβους, εὔφρονας, ἁγνούς· οἶκε θεῶν μακάρων, θνητῶν στήριγμα κραταιόν, ἀιδίη, πολύμορφε, ποθεινοτάτη, χλοόμορφε· μειδιόωσα, μάκαιρα, τάδ᾽ ἱερὰ δέξο προθύμως, ὄλβον ἐπιπνείουσα καὶ ἠπιόχειρον ὑγείαν.